Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.394 Joseph. AJ 13.399 (English) >>Joseph. AJ 13.404

13.397Μωαβίτιδας Ἠσεβὼν Μήδαβα Λεμβὰ Ορωναιμαγελεθων Ζόαρα Κιλίκων αὐλῶνα Πέλλαν, ταύτην κατέσκαψεν ὑποσχομένων τῶν ἐνοικούντων ἐς πάτρια τῶν Ἰουδαίων ἔθη μεταβαλεῖσθαι, ἄλλας τε πόλεις πρωτευούσας τῆς Συρίας ἦσαν κατεστραμμένοι. 13.398

Μετὰ δὲ ταῦτα βασιλεὺς Ἀλέξανδρος ἐκ μέθης εἰς νόσον καταπεσὼν καὶ τρισὶν ἔτεσιν τεταρταίῳ πυρετῷ συσχεθεὶς οὐκ ἀπέστη τῶν στρατειῶν, ἕως οὗ τοῖς πόνοις ἐξαναλωθεὶς ἀπέθανεν ἐν τοῖς Γερασηνῶν ὅροις πολιορκῶν Ῥάγαβα φρούριον πέραν τοῦ Ἰορδάνου. 13.399ὁρῶσα δʼ αὐτὸν βασίλισσα πρὸς τῷ τελευτᾶν ὄντα καὶ μηδεμίαν ὑπογράφοντα μηκέτι σωτηρίας ἐλπίδα, κλαίουσα καὶ κοπτομένη τῆς μελλούσης ἐρημίας αὐτήν τε καὶ τοὺς παῖδας ἀπωδύρετο καίτίνι καταλείπεις οὕτως ἐμέ τε καὶ τὰ τέκνα τῆς παρʼ ἄλλων βοηθείας δεόμεναπρὸς αὐτὸν ἔλεγενκαὶ ταῦτʼ εἰδώς, πῶς διάκειται 13.400πρὸς σὲ δυσμενῶς τὸ ἔθνος.” δὲ συνεβούλευεν αὐτῇ πείθεσθαι μὲν οἷς ὑποθήσεται πρὸς τὸ τὴν βασιλείαν ἀσφαλῶς κατέχειν μετὰ τῶν τέκνων, κρύψαι δὲ τὸν θάνατον αὐτοῦ πρὸς τοὺς στρατιώτας, ἕως ἂν ἐξέλῃ τὸ χωρίον. 13.401ἔπειτα ὡς ἀπὸ νίκης λαμπρῶς εἰς τὰ Ἱεροσόλυμα παραγινομένην τοῖς Φαρισαίοις ἐξουσίαν τινὰ παρασχεῖν· τούτους γὰρ ἐπαινοῦντας αὐτὴν ἀντὶ τῆς τιμῆς εὔνουν καταστήσειν αὐτῇ τὸ ἔθνος, δύνασθαι δὲ πολὺ παρὰ τοῖς Ἰουδαίοις τούτους ἔφασκε βλάψαι τε μισοῦντας καὶ φίλους διακειμένους ὠφελῆσαι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.394 Joseph. AJ 13.399 (English) >>Joseph. AJ 13.404

Powered by PhiloLogic